Σήμερον κρεμᾶται ἐπὶ ξύλου,
Σήμερον κρεμᾶται ἐπὶ ξύλου,
ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας.
Στέφανον ἐξ ἀκανθῶν περιτίθεται,
ὁ τῶν Ἀγγέλων Βασιλεύς.
Ψευδὴ πορφύραν περιβάλλεται,
ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις.
Ῥάπισμα κατεδέξατο, ὁ ἐν Ἰορδάνῃ ἐλευθερώσας τὸν Ἀδάμ.
Ἥλοις προσηλώθη ὁ Νυμφίος τῆς Ἐκκλησίας.
Λόγχῃ ἐκεντήθη, ὁ Υἱὸς τῆς Παρθένου.
Προσκυνοῦμέν σου τὰ Πάθη Χριστέ.
Δεῖξον ἡμῖν καὶ τὴν ἔνδοξόν σου Ἀνάστασιν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου